Καλώς ήλθατε στο blog του Arcane Shop! Μαζί θα διαβούμε το μονοπάτι του αποκρυφισμού! Και μαζί μπορούμε να βελτιώσουμε την ποιότητα της ζωής σας και να σας βοηθήσουμε στην ολοκλήρωση των προσωπικών σας θεμάτων, μέσα από τα προϊόντα μας που σχετίζονται με την Μαγική Τέχνη, με τα θυμιάματα, με τα έλαια, με τα μαγικά γούρια, με τα ενεργειακά κοσμήματα, με τα κεριά. Επισκεφθείτε μας!!!!

Τετάρτη, 21 Σεπτεμβρίου 2016

Απόσπασμα από το ευαγγέλιο του Βαρθολομαίου

..................
ἔπλασεν ἐμὲ πρῶτον, δεύτερον Μιχαὴλ τὸν ἀρχιστράτηγον τῶν ἄνω δυνάμεων, τρίτον Γαβριήλ, τέταρτον Οὐριήλ, πέμπτον Ῥαφαήλ, ἕκτον Ναθαναήλ, καὶ ἑτέρους
ἀγγέλους, ὧν τὰ ὀνόματα αὐτῶν λαλῆσαι οὐ δύναμαι· ῥαβδοῦχοι γάρ εἰσιν τοῦ θεοῦ καὶ ῥαβδιωκοῦσίν με ἑπτάκις τῆς νυκτὸς καὶ ἑπτάκις τῆς ἡμέρας καὶ οὐκ ἐῶσίν με ἐν μηδενὶ καὶ τὴν δύναμίν μου πᾶσαν κατακρύπτουσιν· οὗτοί εἰσιν οἱ ἄγγελοι τῆς ἐκ-
δικήσεως οἱ παρεστάμενοι τῷ θρόνῳ τοῦ θεοῦ. οὗτοί εἰσιν οἱ πρῶτοι πλασθέντες ἄγγελοι. καὶ μετὰ τούτους ἐπλάσθησαν
πάντες οἱ ἄγγελοι. τῷ πρώτῳ οὐρανῷ μυριάδες ἑκατὸν καὶ τῷ δευτέρῳ μυριάδες ἑκατὸν καὶ τῷ τρίτῳ μυριάδες ἑκατὸν καὶ τῷ τετάρτῳ μυριάδες ἑκατὸν καὶ τῷ πέμπτῳ μυριάδες ἑκατὸν καὶ τῷ ἕκτῳ μυριάδες ἑκατὸν καὶ τῷ ἑβδόμῳ οὐρανῷ τὸ πέταλός ἐστι τὸ πρῶτον, ὅπου εἰσὶν αἱ ἐξουσίαι ἐνεργοῦσαι τοῖς ἀνθρώποις. εἰσὶν
γὰρ ἕτεροι ἄγγελοι ἐπὶ τοῖς ἀνέμοις· ὁ μὲν εἷς ἄγγελος λέγεται ἐπὶ τοῦ βοῤῥᾶ Χαιροὺμ καὶ κατέχει ἐν τῇ χειρὶ αὐτοῦ ῥάβδον πύρινον καὶ καταπαύει τὴν πολλὴν αὐτοῦ ὑγρότητα διὰ τὸ μὴ ξηραίνεσθαι τὴν γῆν.
καὶ ὁ ἄγγελος ὁ ἐπὶ τοῦ ἀπηλιώτου λέγεται ὁ Ἐρθά. ἔχει λαμπάδα πυρὸς καὶ προστίθησιν αὐτὴν καὶ εἰς τὰς πλευρὰς αὐτοῦ καὶ θερμαίνουσιν αὐτοῦ τὴν ψυχρότητα, ἵνα μὴ πήξῃ τὴν οἰκουμένην.
καὶ ὁ ἐπὶ τοῦ νότου ἄγγελος λέγεται Κερκουθά, καὶ θραύουσιν αὐτοῦ τὴν θρασύτηταν διὰ τὸ μὴ τινάξαι τὴν γῆν.
καὶ ὁ ἐπὶ τοῦ λίβα ἄγγελος λέγεται Ναουθὰ καὶ ἔχει ῥάβδον χιονώδη ἐν τῇ χειρὶ αὐτοῦ καὶ προστίθει εἰς τὸ στόμα αὐτοῦ καὶ σβέννει τὸ πῦρ τὸ ἐξερχόμενον ἐκ τοῦ στόματος
αὐτοῦ. εἰ δὲ οὐχ εἷσαν αὐτὸν ἄγγελος ἐπὶ τοῦ στόματος αὐτοῦ, ἔφλεγεν πᾶσαν τὴν οἰκουμένην. καὶ ἕτερος ἄγγελός ἐστιν ἐπὶ τῆς θαλάσσης ὁ θρασύνων αὐτὴν διὰ τῶν κυμάτων.
..............